Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.248 Joseph. AJ 6.253 (English) >>Joseph. AJ 6.257

6.251καὶ συγκαλέσας τοὺς φίλους καὶ τοὺς ἡγεμόνας καὶ τὴν φυλὴν ἐξ ἧς αὐτὸς ἦν πρὸς αὑτὸν ἐπὶ τὸν βουνὸν οὗ τὸ βασίλειον εἶχε, καὶ καθίσας ἐπʼ Ἀρούρης, τόπος ἦν τις τιμῆς, πολιτικῆς περὶ αὐτὸν οὔσης τάξεως σωματοφυλάκων λέγει πρὸς αὐτούς· “ἄνδρες ὁμόφυλοι, μέμνησθε μὲν οἶδʼ ὅτι τῶν ἐμῶν εὐεργεσιῶν, ὅτι καὶ ἀγρῶν τινας ἐποίησα δεσπότας καὶ τιμῶν τῶν ἐν τῷ πλήθει καὶ τάξεων ἠξίωσα. 6.252πυνθάνομαι τοιγαροῦν, εἰ μείζονας τούτων δωρεὰς καὶ πλείονας παρὰ τοῦ Ἰεσσαίου παιδὸς προσδοκᾶτε· οἶδα γὰρ ὅτι πάντες ἐκείνῳ προστέθεισθε τοὐμοῦ παιδὸς Ἰωνάθου αὐτοῦ τε οὕτως φρονήσαντος καὶ ὑμᾶς ταῦτα πείσαντος· 6.253οὐ γὰρ ἀγνοῶ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς Δαυίδην αὐτῷ γεγενημένας, οὐδʼ ὅτι σύμβουλος μὲν καὶ συνεργὸς Ἰωνάθης ἐστὶ τῶν κατʼ ἐμοῦ συντεταγμένων, μέλει δὲ ὑμῶν οὐδενὶ περὶ τούτων, ἀλλὰ τὸ ἀποβησόμενον ἡσυχάζοντες σκοπεῖτε.” 6.254 σιωπήσαντος δὲ τοῦ βασιλέως ἄλλος μὲν οὐδεὶς ἀπεκρίνατο τῶν παρόντων, Δώηγος δʼ Σύρος τὰς ἡμιόνους αὐτοῦ βόσκων εἶπεν, ὡς ἴδοι τὸν Δαυίδην εἰς Ναβὰν πόλιν πρὸς Ἀβιμέλεχον ἐλθόντα τὸν ἀρχιερέα τά τε μέλλοντα παρʼ αὐτοῦ προφητεύσαντος μαθεῖν καὶ λαβόντα ἐφόδια καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθου πρὸς οὓς ἐβούλετο μετὰ ἀσφαλείας προπεμφθῆναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.248 Joseph. AJ 6.253 (English) >>Joseph. AJ 6.257

Powered by PhiloLogic